The Glory Has Departed


Norma Boeckler, Artist in Residence

Bethany Lutheran Worship on
Ustream

May 31, Ascension Day Holy Communion,
7 PM Centray Daylight Time
NT Greek Lessons - Thursdays, 7 PM.

Saved worship files and Greek lessons are at the live worship link.

email: greg.jackson.edlp@gmail.com,
which works as gregjacksonedlp@gmail.com too.

Luther's Sermons, Lenker Series
Book of Concord Selections
Bente's Historical Introductions,
and Martin Chemnitz Press Books

Thursday, April 20, 2017

Bethany Green New Testament Lesson - John 4:31ff. Harvest. Nobleman's Son Healed.


John 4
31 εν δε τω μεταξυ ηρωτων αυτον οι μαθηται λεγοντες, "ραββι φαγε."

32 ο δε ειπεν αυτοις, εγω βρωσιν εχω φαγειν ην υμεις ουκ οιδατε

33 ελεγον ουν οι μαθηται προς αλληλους μη τις ηνεγκεν αυτω φαγειν

34 λεγει αυτοις ο ιησους εμον βρωμα εστιν ινα ποιω το θελημα του πεμψαντος με και τελειωσω αυτου το εργον

35 ουχ υμεις λεγετε οτι ετι τετραμηνον εστιν και ο θερισμος ερχεται? ιδου λεγω υμιν επαρατε τους οφθαλμους υμων και θεασασθε τας χωρας - οτι λευκαι εισιν προς θερισμον ηδη

36 και ο θεριζων μισθον λαμβανει και συναγει καρπον εις ζωην αιωνιον ινα και ο σπειρων ομου χαιρη και ο θεριζων

37 εν γαρ τουτω ο λογος εστιν ο αληθινος οτι αλλος εστιν ο σπειρων και αλλος ο θεριζων

38 εγω απεστειλα υμας θεριζειν ο ουχ υμεις κεκοπιακατε, αλλοι κεκοπιακασιν και υμεις εις τον κοπον αυτων εισεληλυθατε

39 εκ δε της πολεως εκεινης πολλοι επιστευσαν εις αυτον των σαμαρειτων δια τον λογον της γυναικος μαρτυρουσης οτι ειπεν μοι παντα οσα εποιησα

40 ως ουν ηλθον προς αυτον οι σαμαρειται ηρωτων αυτον μειναι παρ αυτοις και εμεινεν εκει δυο ημερας

41 και πολλω πλειους επιστευσαν δια τον λογον αυτου

42 τη τε γυναικι ελεγον οτι ουκετι δια την σην λαλιαν πιστευομεν αυτοι γαρ ακηκοαμεν και οιδαμεν οτι ουτος εστιν αληθως ο σωτηρ του κοσμου, ο χριστος

43 μετα δε τας δυο ημερας εξηλθεν εκειθεν και απηλθεν εις την γαλιλαιαν

44 αυτος γαρ ο ιησους εμαρτυρησεν οτι προφητης εν τη ιδια πατριδι τιμην ουκ εχει

45 οτε ουν ηλθεν εις την γαλιλαιαν εδεξαντο αυτον οι γαλιλαιοι παντα εωρακοτες α εποιησεν εν ιεροσολυμοις εν τη εορτη και αυτοι γαρ ηλθον εις την εορτην

46 ηλθεν ουν ο ιησους παλιν εις την κανα της γαλιλαιας οπου εποιησεν το υδωρ οινον - και ην τις βασιλικος, ου ο υιος ησθενει εν καπερναουμ

47 ουτος ακουσας οτι ιησους ηκει εκ της ιουδαιας εις την γαλιλαιαν απηλθεν προς αυτον και ηρωτα αυτον ινα καταβη και ιασηται αυτου τον υιον - ημελλεν γαρ αποθνησκειν

48 ειπεν ουν ο ιησους προς αυτον εαν μη σημεια και τερατα ιδητε ου μη πιστευσητε

49 λεγει προς αυτον ο βασιλικος κυριε καταβηθι πριν αποθανειν το παιδιον μου

50 λεγει αυτω ο ιησους πορευου ο υιος σου ζη και επιστευσεν ο ανθρωπος τω λογω ω ειπεν αυτω ιησους και επορευετο

51 ηδη δε αυτου καταβαινοντος οι δουλοι αυτου απηντησαν αυτω και απηγγειλαν λεγοντες οτι ο παις σου ζη

52 επυθετο ουν παρ αυτων την ωραν εν η κομψοτερον εσχεν και ειπον αυτω οτι χθες ωραν εβδομην αφηκεν αυτον ο πυρετος

53 εγνω ουν ο πατηρ οτι εν εκεινη τη ωρα εν η ειπεν αυτω ο ιησους οτι "ο υιος σου ζη" και επιστευσεν αυτος και η οικια αυτου ολη...but not the children?

54 τουτο παλιν δευτερον σημειον εποιησεν ο ιησους ελθων εκ της ιουδαιας εις την γαλιλαιαν