The Glory Has Departed


Norma Boeckler, Artist in Residence

Bethany Lutheran Worship on
Ustream


NT Greek Lessons - Thursdays, 7 PM.

Saved worship files and Greek lessons are at the live worship link.

email: greg.jackson.edlp@gmail.com,
which works as gregjacksonedlp@gmail.com too.

Luther's Sermons, Lenker Series
Book of Concord Selections
Bente's Historical Introductions,
and Martin Chemnitz Press Books

Thursday, June 29, 2017

Greek Lesson - John 8:21ff



Parser Link

John 8

21 ειπεν ουν παλιν αυτοις ο ιησους εγω υπαγω και ζητησετε με και εν τη αμαρτια υμων αποθανεισθε; οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν
22 ελεγον ουν οι ιουδαιοι "μητι αποκτενει εαυτον?"  οτι λεγει οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν
23 και ειπεν αυτοις - υμεις εκ των κατω εστε, εγω εκ των ανω ειμι; υμεις εκ του κοσμου τουτου εστε, εγω ουκ ειμι εκ του κοσμου τουτου
24 ειπον ουν υμιν οτι αποθανεισθε εν ταις αμαρτιαις υμων, εαν γαρ μη πιστευσητε οτι εγω ειμι, αποθανεισθε εν ταις αμαρτιαις υμων
note that the post-positive γαρ shows us where the break is, before its use.
Angel of the Lord - Exodus 3 - Burning Bush - Name of God - I AM.
Exodus 3:13 And Moses said unto God, Behold, when I come unto the children of Israel, and shall say unto them, The God of your fathers hath sent me unto you; and they shall say to me, What is his name? what shall I say unto them? 14 And God said unto Moses, I Am That I Am: and he said, Thus shalt thou say unto the children of Israel, I Am hath sent me unto you.
25 ελεγον ουν αυτω "συ τις ει?" - και ειπεν αυτοις ο ιησους την αρχην ο τι και λαλω υμιν
26 πολλα εχω περι υμων λαλειν και κρινειν, αλλ ο πεμψας με αληθης εστιν, καγω α ηκουσα παρ αυτου, ταυτα λεγω εις τον κοσμον
27 ουκ εγνωσαν οτι τον πατερα αυτοις ελεγεν
28 ειπεν ουν αυτοις ο ιησους, οταν υψωσητε τον υιον του ανθρωπου, τοτε γνωσεσθε οτι εγω ειμι, και απ εμαυτου ποιω ουδεν αλλα καθως εδιδαξεν με ο πατηρ μου, ταυτα λαλω
29 και ο πεμψας με μετ εμου εστιν, ουκ αφηκεν με μονον ο πατηρ, οτι εγω τα αρεστα αυτω ποιω παντοτε
30 ταυτα (αυτου λαλουντος) πολλοι επιστευσαν εις αυτον
31 ελεγεν ουν ο ιησους (προς τους πεπιστευκοτας αυτω ιουδαιους) εαν υμεις μεινητε εν τω λογω τω εμω, αληθως μαθηται μου εστε
32 και γνωσεσθε την αληθειαν και η αληθεια ελευθερωσει υμας
33 απεκριθησαν αυτω σπερμα αβρααμ εσμεν, και ουδενι δεδουλευκαμεν πωποτε! πως συ λεγεις οτι ελευθεροι γενησεσθε?
34 απεκριθη αυτοις ο ιησους αμην αμην λεγω υμιν οτι πας ο ποιων την αμαρτιαν δουλος εστιν της αμαρτιας
35 ο δε δουλος ου μενει εν τη οικια εις τον αιωνα; ο υιος μενει εις τον αιωνα
36 εαν ουν ο υιος υμας ελευθερωση οντως ελευθεροι εσεσθε
37 οιδα οτι σπερμα αβρααμ εστε,  αλλα ζητειτε με αποκτειναι οτι ο λογος ο εμος ου χωρει εν υμιν
38 εγω ο εωρακα παρα τω πατρι μου λαλω και υμεις ουν ο εωρακατε παρα τω πατρι υμων ποιειτε
39 απεκριθησαν και ειπον αυτω ο πατηρ ημων αβρααμ εστιν; λεγει αυτοις ο ιησους ει τεκνα του αβρααμ ητε, τα εργα του αβρααμ εποιειτε αν
40 νυν δε ζητειτε με αποκτειναι ανθρωπον ος την αληθειαν υμιν λελαληκα ην ηκουσα παρα του θεου; τουτο αβρααμ ουκ εποιησεν
41 υμεις ποιειτε τα εργα του πατρος υμων; ειπον ουν αυτω "ημεις εκ πορνειας ου γεγεννημεθα -  ενα πατερα εχομεν τον θεον
42 ειπεν ουν αυτοις ο ιησους ει ο θεος πατηρ υμων ην ηγαπατε αν εμε; εγω γαρ εκ του θεου εξηλθον και ηκω; ουδε γαρ απ εμαυτου εληλυθα αλλ εκεινος με απεστειλεν
43 διατι την λαλιαν την εμην ου γινωσκετε οτι ου δυνασθε ακουειν τον λογον τον εμον
44 υμεις εκ πατρος του διαβολου εστε, και τας επιθυμιας του πατρος υμων θελετε ποιειν; εκεινος ανθρωποκτονος ην απ αρχης και εν τη αληθεια ουχ εστηκεν, οτι ουκ εστιν αληθεια εν αυτω; οταν λαλη το ψευδος εκ των ιδιων λαλει,οτι ψευστης εστιν και ο πατηρ αυτου
45 εγω δε οτι την αληθειαν λεγω ου πιστευετε μοι
46 τις εξ υμων ελεγχει με περι αμαρτιας ει δε αληθειαν λεγω διατι υμεις ου πιστευετε μοι
47 ο ων εκ του θεου τα ρηματα του θεου ακουει δια τουτο υμεις ουκ ακουετε οτι εκ του θεου ουκ εστε
48 απεκριθησαν ουν οι ιουδαιοι και ειπον αυτω ου καλως λεγομεν ημεις οτι σαμαρειτης ει συ και δαιμονιον εχεις
49 απεκριθη ιησους εγω δαιμονιον ουκ εχωn αλλα τιμω τον πατερα μου και υμεις ατιμαζετε με
50 εγω δε ου ζητω την δοξαν μου; εστιν ο ζητων και κρινων
51 αμην αμην λεγω υμιν εαν τις τον λογον τον εμον τηρηση θανατον ου μη θεωρηση εις τον αιωνα
52 ειπον ουν αυτω οι ιουδαιοι - νυν εγνωκαμεν οτι δαιμονιον εχεις  - αβρααμ απεθανεν και οι προφηται και συ λεγεις εαν τις τον λογον μου τηρηση ου μη γευσεται θανατου εις τον αιωνα?
53 μη συ μειζων ει του πατρος ημων αβρααμ οστις απεθανεν και οι προφηται απεθανον - τινα σεαυτον συ ποιεις
54 απεκριθη ιησους εαν εγω δοξαζω εμαυτον η δοξα μου ουδεν εστιν; εστιν ο πατηρ μου ο δοξαζων με, ον υμεις λεγετε οτι "θεος υμων εστιν"
55 και ουκ εγνωκατε αυτον, εγω δε οιδα αυτον; και εαν ειπω οτι ουκ οιδα αυτον εσομαι (future middle) ομοιος υμων ψευστης; αλλ οιδα αυτον και τον λογον αυτου τηρω
56 αβρααμ ο πατηρ υμων ηγαλλιασατο ινα ιδη την ημεραν την εμην και ειδεν και εχαρη
57 ειπον ουν οι ιουδαιοι προς αυτον πεντηκοντα ετη ουπω εχεις και αβρααμ εωρακας
58 ειπεν αυτοις ο ιησους αμην αμην λεγω υμιν πριν αβρααμ γενεσθαι, εγω ειμι
Note the impossible grammar of this, unless....
59 ηραν ουν λιθους ινα βαλωσιν επ αυτον; ιησους δε εκρυβη και εξηλθεν εκ του ιερου διελθων δια μεσου αυτων και παρηγεν ουτως
Non-reciprocity of the second genus. His divine nature was not limited by His human nature.