The Glory Has Departed


Norma Boeckler, Artist in Residence

Bethany Lutheran Worship on
Ustream

Lenten Mid-week Services, Wednesdays -
7 PM Central Daylight Savings Time
NT Greek Lessons - Thursdays, 7 PM.

Saved worship files and Greek lessons are at the live worship link.

email: greg.jackson.edlp@gmail.com,
which works as gregjacksonedlp@gmail.com too.

Luther's Sermons, Lenker Series
Book of Concord Selections
Bente's Historical Introductions,
and Martin Chemnitz Press Books

Thursday, March 9, 2017

Ninth Greek New Testament Lesson - 7 PM Central Tonight


John 1


50 απεκριθη ιησους και ειπεν αυτω οτι ειπον σοι ειδον σε υποκατω της συκης πιστευεις μειζω τουτων οψει

51 και λεγει αυτω αμην αμην λεγω υμιν απ αρτι οψεσθε τον ουρανον ανεωγοτα και τους αγγελους του θεου αναβαινοντας και καταβαινοντας επι τον υιον του ανθρωπου

John 2

και τη ημερα τη τριτη γαμος εγενετο εν κανα της γαλιλαιας και ην η μητηρ του ιησου εκει

εκληθη δε και ο ιησους και οι μαθηται αυτου εις τον γαμον

και υστερησαντος οινου λεγει η μητηρ του ιησου προς αυτον οινον ουκ εχουσιν

λεγει αυτη ο ιησους τι εμοι και σοι γυναι ουπω ηκει η ωρα μου

5 λεγει η μητηρ αυτου τοις διακονοις ο τι αν λεγη υμιν ποιησατε

ησαν δε εκει υδριαι λιθιναι εξ κειμεναι κατα τον καθαρισμον των ιουδαιων χωρουσαι ανα μετρητας δυο η τρεις

λεγει αυτοις ο ιησους γεμισατε τας υδριας υδατος και εγεμισαν αυτας εως ανω

και λεγει αυτοις αντλησατε νυν και φερετε τω αρχιτρικλινω και ηνεγκαν

ως δε εγευσατο ο αρχιτρικλινος το υδωρ οινον γεγενημενον - και ουκ ηδει ποθεν εστιν - οι δε διακονοι ηδεισαν (οι ηντληκοτες το υδωρ ) - φωνει τον νυμφιον ο αρχιτρικλινος

10 και λεγει αυτω "πας ανθρωπος πρωτον τον καλον οινον τιθησιν και οταν μεθυσθωσιν τοτε τον ελασσω, συ τετηρηκας τον καλον οινον εως αρτι"

11 ταυτην εποιησεν την αρχην των σημειων ο ιησους εν κανα της γαλιλαιας, και εφανερωσεν την δοξαν αυτου και επιστευσαν εις αυτον οι μαθηται αυτου