The Glory Has Departed


Norma Boeckler, Artist in Residence

Bethany Lutheran Worship on
Ustream

May 25, Ascension Day Holy Communion,
7 PM Centray Daylight Time
NT Greek Lessons - Thursdays, 7 PM.

Saved worship files and Greek lessons are at the live worship link.

email: greg.jackson.edlp@gmail.com,
which works as gregjacksonedlp@gmail.com too.

Luther's Sermons, Lenker Series
Book of Concord Selections
Bente's Historical Introductions,
and Martin Chemnitz Press Books

Thursday, May 4, 2017

Bethany Lutheran Greek Lessons. John 5

 Near Springdale, Arkansas

John 9:7King James Version (KJV)

And said unto him, Go, wash in the pool of Siloam, (which is by interpretation, Sent.) He went his way therefore, and washed, and came seeing.


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 51550 Stephanus New Testament (TR1550)

μετα ταυτα, ην εορτη των ιουδαιων και ανεβη ο ιησους εις ιεροσολυμα

 Bethesda, John 5

εστιν δε εν τοις ιεροσολυμοις επι τη προβατικη, κολυμβηθρα, η επιλεγομενη εβραιστι βηθεσδα, πεντε στοας εχουσα

εν ταυταις κατεκειτο πληθος πολυ των ασθενουντων, τυφλων, χωλων, ξηρων, εκδεχομενων την του υδατος κινησιν

αγγελος γαρ κατα καιρον κατεβαινεν εν τη κολυμβηθρα και εταρασσεν το υδωρ. ο ουν πρωτος εμβας μετα την ταραχην του υδατος υγιης εγινετο - ω δηποτε κατειχετο νοσηματι

ην δε τις ανθρωπος εκει τριακοντα-οκτω ετη εχων εν τη ασθενεια

τουτον ιδων ο ιησους κατακειμενον και γνους οτι πολυν ηδη χρονον εχει λεγει αυτω θελεις υγιης γενεσθαι

απεκριθη αυτω ο ασθενων κυριε ανθρωπον ουκ εχω ινα οταν ταραχθη το υδωρ βαλλη με εις την κολυμβηθραν - εν ω δε ερχομαι εγω αλλος προ εμου καταβαινει

λεγει αυτω ο ιησους εγειραι αρον τον κραββατον σου και περιπατει

και ευθεως εγενετο υγιης ο ανθρωπος και ηρεν τον κραββατον αυτου και περιεπατει -ην δε σαββατον εν εκεινη τη ημερα

10 ελεγον ουν οι ιουδαιοι τω τεθεραπευμεν
"σαββατον!εστιν ουκ εξεστιν σοι αραι τον κραββατον"

11 απεκριθη αυτοις ο ποιησας με υγιη εκεινος μοι ειπεν αρον τον κραββατον σου και περιπατει

12 ηρωτησαν ουν αυτον τις εστιν ο ανθρωπος ο ειπων σοι αρον τον κραββατον σου και περιπατει

13 ο δε ιαθεις ουκ ηδει τις εστιν ο γαρ ιησους εξενευσεν οχλου οντος εν τω τοπω

14 μετα ταυτα ευρισκει αυτον ο ιησους εν τω ιερω και ειπεν αυτω ιδε υγιης γεγονας μηκετι αμαρτανε ινα μη χειρον τι σοι γενηται

15 απηλθεν ο ανθρωπος και ανηγγειλεν τοις ιουδαιοις οτι ιησους εστιν ο ποιησας αυτον υγιη

16 και δια τουτο εδιωκον τον ιησουν οι ιουδαιοι και εζητουν αυτον αποκτειναι οτι ταυτα εποιει εν σαββατω

17 ο δε ιησους απεκρινατο αυτοις ο πατηρ μου εως αρτι εργαζεται καγω εργαζομαι

18 δια τουτο ουν μαλλον εζητουν αυτον οι ιουδαιοι αποκτειναι οτι ου μονον ελυεν το σαββατον αλλα και πατερα ιδιον ελεγεν τον θεον ισον εαυτον ποιων τω θεω

19 απεκρινατο ουν ο ιησους και ειπεν αυτοις αμην αμην λεγω υμιν ου δυναται ο υιος ποιειν αφ εαυτου ουδεν εαν μη τι βλεπη τον πατερα ποιουντα-α γαρ αν εκεινος ποιη ταυτα και ο υιος ομοιως ποιει
  
20 ο γαρ πατηρ φιλει τον υιον και παντα δεικνυσιν αυτω α αυτος ποιει και μειζονα τουτων δειξει αυτω εργα ινα υμεις θαυμαζητε

21 ωσπερ γαρ ο πατηρ εγειρει τους νεκρους και ζωοποιει ουτως και ο υιος ους θελει ζωοποιει

22 ουδε γαρ ο πατηρ κρινει ουδενα αλλα την κρισιν πασαν δεδωκεν τω υιω

23 ινα παντες τιμωσιν τον υιον καθως τιμωσιν τον πατερα ο μη τιμων τον υιον ου τιμα τον πατερα τον πεμψαντα αυτον

24 αμην αμην λεγω υμιν οτι ο τον λογον μου ακουων και πιστευων τω πεμψαντι με εχει ζωην αιωνιον και εις κρισιν ουκ ερχεται αλλα μεταβεβηκεν εκ του θανατου εις την ζωην