The Glory Has Departed


Norma Boeckler, Artist-in-Residence

Bethany Lutheran Worship on
Ustream


NT Greek Lessons - Thursdays, 7 PM.

Saved worship files and Greek lessons are at the live worship link.

email: greg.jackson.edlp@gmail.com,
which works as gregjacksonedlp@gmail.com too.

Luther's Sermons, Lenker Series
Book of Concord Selections
Bente's Historical Introductions,
and Martin Chemnitz Press Books

Thursday, June 8, 2017

Greek Lesson Tonight at 7 PM Central Dayight - John 7:1-30



ΚΑΤΑ ΙΩΑΝΝΗΝ 71550 Stephanus New Testament (TR1550)

7 και περιεπατει ο ιησους, μετα ταυτα, εν τη γαλιλαια, ου γαρ ηθελεν εν τη ιουδαια περιπατειν οτι εζητουν αυτον οι ιουδαιοι αποκτειναι
ην δε εγγυς η εορτη των ιουδαιων η σκηνοπηγια
scene, tent, tabernacle
ειπον ουν προς αυτον οι αδελφοι αυτου, "μεταβηθι εντευθεν και υπαγε εις την ιουδαιαν ινα και οι μαθηται σου θεωρησωσιν τα εργα σου α ποιεις
ουδεις γαρ εν κρυπτω τι ποιει, και ζητει αυτος εν παρρησια ειναι; ει ταυτα ποιεις,  φανερωσον σεαυτον τω κοσμω
ουδε γαρ οι αδελφοι αυτου επιστευον εις αυτον
λεγει ουν αυτοις ο ιησους  - ο καιρος ο εμος ουπω παρεστιν, ο δε καιρος ο υμετερος παντοτε εστιν ετοιμος
ου δυναται ο κοσμος μισειν υμας, εμε δε μισει οτι εγω μαρτυρω περι αυτου οτι τα εργα αυτου πονηρα εστιν
υμεις αναβητε εις την εορτην ταυτην; εγω ουπω αναβαινω εις την εορτην ταυτην οτι ο καιρος ο εμος ουπω πεπληρωται
ταυτα δε ειπων αυτοις εμεινεν εν τη γαλιλαια
10 ως δε ανεβησαν οι αδελφοι αυτου τοτε και αυτος ανεβη εις την εορτην ου φανερως αλλ ως εν κρυπτω
11 οι ουν ιουδαιοι εζητουν αυτον εν τη εορτη και ελεγον που εστιν εκεινος
12 και γογγυσμος πολυς περι αυτου ην εν τοις οχλοις, οι μεν ελεγον οτι αγαθος εστιν αλλοι δε ελεγον ου αλλα πλανα τον οχλον
13 ουδεις μεντοι παρρησια ελαλει περι αυτου δια τον φοβον των ιουδαιων
14 ηδη δε της εορτης μεσουσης ανεβη ο ιησους εις το ιερον και εδιδασκεν
15 και εθαυμαζον οι ιουδαιοι λεγοντες, πως ουτος γραμματα οιδεν μη μεμαθηκως
16 απεκριθη αυτοις ο ιησους και ειπεν η εμη διδαχη ουκ εστιν εμη αλλα του πεμψαντος με
17 εαν τις θελη το θελημα αυτου ποιειν γνωσεται περι της διδαχης ποτερον εκ του θεου εστιν η εγω απ εμαυτου λαλω
ποτερον - one of two
18 ο αφ εαυτου λαλων την δοξαν την ιδιαν ζητει ο δε ζητων την δοξαν του πεμψαντος αυτον ουτος αληθης εστιν και αδικια εν αυτω ουκ εστιν
opposite of righteousness - αδικια - the a means not
19 ου μωσης δεδωκεν υμιν τον νομον? και ουδεις εξ υμων ποιει τον νομον - τι με ζητειτε αποκτειναι
20 απεκριθη ο οχλος και ειπεν  - δαιμονιον εχεις τις σε ζητει αποκτειναι
21 απεκριθη ο ιησους και ειπεν αυτοις - εν εργον εποιησα και παντες θαυμαζετε
hen - one - 
22 δια τουτο μωσης δεδωκεν υμιν την περιτομην ουχ οτι εκ του μωσεως εστιν αλλ εκ των πατερων και εν σαββατω περιτεμνετε ανθρωπον
23 ει περιτομην λαμβανει ανθρωπος εν σαββατω ινα μη λυθη ο νομος μωσεως εμοι χολατε οτι ολον ανθρωπον υγιη εποιησα εν σαββατω
24 μη κρινετε κατ οψιν αλλα την δικαιαν κρισιν κρινατε
25 ελεγον ουν τινες εκ των ιεροσολυμιτων ουχ ουτος εστιν ον ζητουσιν αποκτειναι
26 και ιδε παρρησια λαλει - και ουδεν αυτω λεγουσιν; μηποτε αληθως εγνωσαν οι αρχοντες οτι ουτος εστιν αληθως ο χριστος
27 αλλα τουτον οιδαμεν ποθεν εστιν ο δε χριστος οταν ερχηται ουδεις γινωσκει ποθεν εστιν
28 εκραξεν ουν εν τω ιερω διδασκων ο ιησους και λεγων καμε οιδατε και οιδατε ποθεν ειμι και απ εμαυτου ουκ εληλυθα αλλ εστιν αληθινος ο πεμψας με ον υμεις ουκ οιδατε
29 εγω δε οιδα αυτον οτι παρ αυτου ειμι κακεινος με απεστειλεν
30 εζητουν ουν αυτον πιασαι και ουδεις επεβαλεν επ αυτον την χειρα οτι ουπω εληλυθει η ωρα αυτου