The Glory Has Departed


Norma Boeckler, Artist-in-Residence

Bethany Lutheran Worship on
Ustream


NT Greek Lessons - Thursdays, 7 PM.

Saved worship files and Greek lessons are at the live worship link.

email: greg.jackson.edlp@gmail.com,
which works as gregjacksonedlp@gmail.com too.

Luther's Sermons, Lenker Series
Book of Concord Selections
Bente's Historical Introductions,
and Martin Chemnitz Press Books

Thursday, June 1, 2017

Greek Lesson - John 6:31




31 οι πατερες ημων το μαννα εφαγον εν τη ερημω καθως εστιν γεγραμμενον αρτον εκ του ουρανου εδωκεν αυτοις φαγειν
32 ειπεν ουν αυτοις ο ιησους αμην αμην λεγω υμιν ου μωσης δεδωκεν υμιν τον αρτον εκ του ουρανου αλλ ο πατηρ μου διδωσιν υμιν τον αρτον εκ του ουρανου τον αληθινον
33 ο γαρ αρτος του θεου εστιν ο καταβαινων εκ του ουρανου και ζωην διδους τω κοσμω
34 ειπον ουν προς αυτον κυριε παντοτε δος ημιν τον αρτον τουτον
35 ειπεν δε αυτοις ο ιησους εγω ειμι ο αρτος της ζωης - ο ερχομενος προς με ου μη πειναση και ο πιστευων εις εμε ου μη διψηση πωποτε 
If you know dipsomania, you can guess the verb before, ---- and dipso
36 αλλ ειπον υμιν οτι και εωρακατε με και ου πιστευετε
37 παν ο διδωσιν μοι ο πατηρ προς εμε ηξει και τον ερχομενον προς με ου μη εκβαλω εξω
The god Pan inspires panic and plays the pan pipes.
Two words for the same action, underlined.
38 οτι καταβεβηκα εκ του ουρανου ουχ ινα ποιω το θελημα το εμον αλλα το θελημα του πεμψαντος με
39 τουτο δε εστιν το θελημα του πεμψαντος με πατρος ινα παν ο δεδωκεν μοι μη απολεσω εξ αυτου αλλα αναστησω αυτο εν τη εσχατη ημερα
40 τουτο δε εστιν το θελημα του πεμψαντος με ινα πας ο θεωρων τον υιον και πιστευων εις αυτον εχη ζωην αιωνιον και αναστησω αυτον εγω τη εσχατη ημερα
41 εγογγυζον ουν οι ιουδαιοι περι αυτου οτι ειπεν εγω ειμι ο αρτος ο καταβας εκ του ουρανου
42 και ελεγον ουχ ουτος εστιν ιησους ο υιος ιωσηφ ου ημεις οιδαμεν τον πατερα και την μητερα - πως ουν λεγει ουτος οτι εκ του ουρανου καταβεβηκα
43 απεκριθη ουν ο ιησους και ειπεν αυτοις μη γογγυζετε μετ αλληλων
44 ουδεις δυναται ελθειν προς με εαν μη ο πατηρ ο πεμψας με ελκυση αυτον και εγω αναστησω αυτον τη εσχατη ημερα
45 εστιν γεγραμμενον εν τοις προφηταις - και εσονται παντες διδακτοι του θεου; πας ουν ο ακουσας παρα του πατρος και μαθων ερχεται προς με
Means of Grace? Bueller, Bueller, anyone? Math
46 ουχ οτι τον πατερα τις εωρακεν  - ει μη ο ων παρα του θεου - ουτος εωρακεν τον πατερα
47 αμην αμην λεγω υμιν ο πιστευων εις εμε εχει ζωην αιωνιον
48 εγω ειμι ο αρτος της ζωης
49 οι πατερες υμων εφαγον το μαννα εν τη ερημω και απεθανον
50 ουτος εστιν ο αρτος ο εκ του ουρανου καταβαινων ινα τις εξ αυτου φαγη και μη αποθανη
51 εγω ειμι ο αρτος ο ζων ο εκ του ουρανου καταβας - εαν τις φαγη εκ τουτου του αρτου ζησεται εις τον αιωνα και ο αρτος δε ον εγω δωσω η σαρξ μου εστιν ην (antecedent fem) εγω δωσω υπερ της του κοσμου ζωης
52 εμαχοντο ουν προς αλληλους οι ιουδαιοι λεγοντες πως δυναται ουτος ημιν δουναι την σαρκα φαγειν
53 ειπεν ουν αυτοις ο ιησους αμην αμην λεγω υμιν εαν μη φαγητε την σαρκα του υιου του ανθρωπου και πιητε αυτου το αιμα ουκ εχετε ζωην εν εαυτοις
54 ο τρωγων μου την σαρκα και πινων μου το αιμα εχει ζωην αιωνιον και εγω αναστησω αυτον τη εσχατη ημερα
55 η γαρ σαρξ μου αληθως εστιν βρωσις και το αιμα μου αληθως εστιν ποσις
56 ο τρωγων μου την σαρκα και πινων μου το αιμα εν εμοι μενει καγω εν αυτω
57 καθως απεστειλεν με ο ζων πατηρ, καγω ζω δια τον πατερα και ο τρωγων με κακεινος ζησεται δι εμε
58 ουτος εστιν ο αρτος ο εκ του ουρανου καταβας - ου καθως εφαγον οι πατερες υμων το μαννα και απεθανον ο τρωγων τουτον τον αρτον ζησεται εις τον αιωνα
59 ταυτα ειπεν εν συναγωγη διδασκων εν καπερναουμ
60 πολλοι ουν ακουσαντες εκ των μαθητων αυτου ειπον  - σκληρος εστιν ουτος ο λογος;  τις δυναται αυτου ακουειν
61 ειδως δε ο ιησους εν εαυτω οτι γογγυζουσιν περι τουτου οι μαθηται αυτου, ειπεν αυτοις "τουτο υμας σκανδαλιζει?"
62 εαν ουν θεωρητε τον υιον του ανθρωπου αναβαινοντα οπου ην το προτερον
63 το πνευμα εστιν το ζωοποιουν - η σαρξ ουκ ωφελει ουδεν; τα ρηματα α εγω λαλω υμιν πνευμα εστιν και ζωη εστιν
64 αλλ εισιν εξ υμων τινες οι ου πιστευουσιν. ηδει γαρ εξ αρχης ο ιησους τινες εισιν οι μη πιστευοντες και τις εστιν ο παραδωσων αυτον
65 και ελεγεν δια τουτο ειρηκα υμιν οτι ουδεις δυναται ελθειν προς με εαν μη η δεδομενον αυτω εκ του πατρος μου
66 εκ τουτου πολλοι απηλθον των μαθητων αυτου εις τα οπισω και ουκετι μετ αυτου περιεπατουν
I thought disciples made disciples who made disciples!
67 ειπεν ουν ο ιησους τοις δωδεκα μη και υμεις θελετε υπαγειν
68 απεκριθη ουν αυτω σιμων πετρος κυριε προς τινα απελευσομεθα - ρηματα ζωης αιωνιου εχεις
69 και ημεις πεπιστευκαμεν και εγνωκαμεν οτι συ ει ο χριστος ο υιος του θεου του ζωντος
70 απεκριθη αυτοις ο ιησους "ουκ εγω υμας τους δωδεκα εξελεξαμην και εξ υμων εις διαβολος εστιν?"
71 ελεγεν δε τον ιουδαν σιμωνος ισκαριωτην ουτος γαρ ημελλεν αυτον παραδιδοναι εις ων εκ των δωδεκα