The Glory Has Departed


Norma Boeckler, Artist in Residence

Bethany Lutheran Worship on
Ustream

NT Greek Lessons - Thursdays, 7 PM.

Saved worship files and Greek lessons are at the live worship link.

email: greg.jackson.edlp@gmail.com,
which works as gregjacksonedlp@gmail.com too.

Luther's Sermons, Lenker Series
Book of Concord Selections
Bente's Historical Introductions,
and Martin Chemnitz Press Books

Wednesday, April 12, 2017

Maundy Thursday Greek NT Class - John 13:1-17, 31b-35

Byzantine - borrowed from Church Mouse
Mounce for this

Video for this  lesson


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 131550 Stephanus New Testament (TR1550)

1προ δε της εορτης του πασχα, ειδως ο ιησους οτι εληλυθεν αυτου η ωρα, ινα μεταβη εκ του κοσμου τουτου προς τον πατερα, αγαπησας τους ιδιους τους εν τω κοσμω, εις τελος ηγαπησεν αυτους

και δειπνου γενομενου, του διαβολου ηδη βεβληκοτος εις την καρδιαν ιουδα σιμωνος ισκαριωτου ινα αυτον παραδω

ειδως ο ιησους οτι παντα δεδωκεν αυτω ο πατηρ εις τας χειρας και οτι απο θεου εξηλθεν και προς τον θεον υπαγει

εγειρεται εκ του δειπνου και τιθησιν τα ιματια - και λαβων λεντιον, διεζωσεν εαυτον

ειτα βαλλει υδωρ εις τον νιπτηρα, και ηρξατο νιπτειν τους ποδας των μαθητων και εκμασσειν τω λεντιω ω ην διεζωσμενος

ερχεται ουν προς σιμωνα πετρον και λεγει αυτω εκεινος, "κυριε συ μου νιπτεις τους ποδας?"

απεκριθη ιησους και ειπεν αυτω ο εγω ποιω συ ουκ οιδας αρτι - γνωση δε μετα ταυτα 

λεγει αυτω πετρος ου μη νιψης τους ποδας μου εις τον αιωνα; απεκριθη αυτω ο ιησους εαν μη νιψω σε ουκ εχεις μερος μετ εμου

λεγει αυτω σιμων πετρος,  "κυριε μη τους ποδας μου μονον αλλα και τας χειρας και την κεφαλην"

10 λεγει αυτω ο ιησους, "ο λελουμενος ου χρειαν εχει η τους ποδας νιψασθαι αλλ εστιν καθαρος ολος και υμεις καθαροι εστε αλλ ουχι παντες."

11 ηδει γαρ τον παραδιδοντα αυτον δια 
τουτο ειπεν ουχι παντες καθαροι εστε

12 οτε ουν ενιψεν τους ποδας αυτων και ελαβεν τα ιματια αυτου αναπεσων παλιν ειπεν αυτοις γινωσκετε τι πεποιηκα υμιν

13 υμεις φωνειτε με ο διδασκαλος και ο κυριος και καλως λεγετε ειμι γαρ

14 ει ουν εγω ενιψα υμων τους ποδας ο κυριος και ο διδασκαλος, και υμεις οφειλετε αλληλων νιπτειν τους ποδας

15 υποδειγμα γαρ εδωκα υμιν ινα καθως εγω εποιησα υμιν και υμεις ποιητε

16 αμην αμην λεγω υμιν - ουκ εστιν δουλος μειζων του κυριου αυτου ουδε αποστολος μειζων του πεμψαντος αυτον

17 ει ταυτα οιδατε μακαριοι εστε εαν ποιητε αυτα

35 εν τουτω γνωσονται παντες οτι εμοι μαθηται εστε - εαν αγαπην εχητε εν αλληλοις