The Glory Has Departed


Norma Boeckler, Artist in Residence

Bethany Lutheran Worship on
Ustream

May 25, Ascension Day Holy Communion,
7 PM Centray Daylight Time
NT Greek Lessons - Thursdays, 7 PM.

Saved worship files and Greek lessons are at the live worship link.

email: greg.jackson.edlp@gmail.com,
which works as gregjacksonedlp@gmail.com too.

Luther's Sermons, Lenker Series
Book of Concord Selections
Bente's Historical Introductions,
and Martin Chemnitz Press Books

Thursday, May 18, 2017

John 6:1-30. Greek Lesson. Look for English Derivatives

 Notice the unity of this Gospel.
"The one sent"
"The one sending"


ΚΑΤΑ ΙΩΑΝΝΗΝ 61550 Stephanus New Testament (TR1550)

μετα ταυτα, απηλθεν ο ιησους περαν της θαλασσης της γαλιλαιας της τιβεριαδος
και ηκολουθει αυτω οχλος πολυς οτι εωρων αυτου τα σημεια α εποιει επι των ασθενουντων
ανηλθεν δε εις το ορος ο ιησους και εκει εκαθητο μετα των μαθητων αυτου
ην δε εγγυς το πασχα η εορτη των ιουδαιων
επαρας ουν ο ιησους τους οφθαλμους και θεασαμενος οτι πολυς οχλος ερχεται προς αυτον λεγει προς τον φιλιππον ποθεν αγορασομεν αρτους ινα φαγωσιν ουτοι
τουτο δε ελεγεν πειραζων αυτον αυτος γαρ ηδει τι εμελλεν ποιειν
απεκριθη αυτω φιλιππος διακοσιων δηναριων αρτοι ουκ αρκουσιν αυτοις ινα εκαστος αυτων βραχυ τι λαβη
λεγει αυτω εις εκ των μαθητων αυτου ανδρεας ο αδελφος σιμωνος πετρου
εστιν παιδαριον εν ωδε ο εχει πεντε αρτους κριθινους και δυο οψαρια αλλα ταυτα τι εστιν εις τοσουτους
10 ειπεν δε ο ιησους  - ποιησατε τους ανθρωπους αναπεσειν;  ην δε χορτος πολυς εν τω τοπω ανεπεσον ουν οι ανδρες τον αριθμον ωσει πεντακισχιλιοι
11 ελαβεν δε τους αρτους ο ιησους και ευχαριστησας διεδωκεν τοις μαθηταις οι δε μαθηται τοις ανακειμενοις ομοιως και εκ των οψαριων οσον ηθελον
12 ως δε ενεπλησθησαν λεγει τοις μαθηταις αυτου συναγαγετε τα περισσευσαντα κλασματα ινα μη τι αποληται
13 συνηγαγον ουν και εγεμισαν δωδεκα κοφινους κλασματων εκ των πεντε αρτων των κριθινων α επερισσευσεν τοις βεβρωκοσιν
14 οι ουν ανθρωποι ιδοντες ο εποιησεν σημειον ο ιησους ελεγον οτι ουτος εστιν αληθως ο προφητης ο ερχομενος εις τον κοσμον
15 ιησους ουν γνους οτι μελλουσιν ερχεσθαι και αρπαζειν αυτον ινα ποιησωσιν αυτον βασιλεα ανεχωρησεν παλιν εις το ορος αυτος μονος
16 ως δε οψια εγενετο κατεβησαν οι μαθηται αυτου επι την θαλασσαν
17 και εμβαντες εις το πλοιον ηρχοντο περαν της θαλασσης εις καπερναουμ και σκοτια ηδη εγεγονει και ουκ εληλυθει προς αυτους ο ιησους
18 η τε θαλασσα ανεμου μεγαλου πνεοντος διηγειρετο
19 εληλακοτες ουν ως σταδιους εικοσιπεντε η τριακοντα θεωρουσιν τον ιησουν περιπατουντα επι της θαλασσης και εγγυς του πλοιου γινομενον και εφοβηθησαν
20 ο δε λεγει αυτοις εγω ειμι, μη φοβεισθε
21 ηθελον ουν λαβειν αυτον εις το πλοιον και ευθεως το πλοιον εγενετο επι της γης εις ην υπηγον
22 τη επαυριον, ο οχλος ο εστηκως περαν της θαλασσης, ιδων οτι πλοιαριον αλλο ουκ ην εκει, ει μη εν, εκεινο εις ο ενεβησαν οι μαθηται αυτου - και οτι ου συνεισηλθεν τοις μαθηταις αυτου ο ιησους εις το πλοιαριον. αλλα μονοι οι μαθηται αυτου απηλθον
23 αλλα δε ηλθεν πλοιαρια εκ τιβεριαδος εγγυς του τοπου οπου εφαγον τον αρτον ευχαριστησαντος του κυριου
24 οτε ουν ειδεν ο οχλος οτι ιησους ουκ εστιν εκει ουδε οι μαθηται αυτου, ενεβησαν και αυτοι εις τα πλοια και ηλθον εις καπερναουμ ζητουντες τον ιησουν
25 και ευροντες αυτον περαν της θαλασσης ειπον αυτω - ραββι ποτε ωδε γεγονας
26 απεκριθη αυτοις ο ιησους και ειπεν αμην αμην λεγω υμιν ζητειτε με ουχ οτι ειδετε σημεια αλλ οτι εφαγετε εκ των αρτων και εχορτασθητε
27 εργαζεσθε μη την βρωσιν την απολλυμενην, αλλα την βρωσιν την μενουσαν εις ζωην αιωνιον, ην ο υιος του ανθρωπου υμιν δωσει - τουτον γαρ ο πατηρ εσφραγισεν ο θεος
Very important for the UOJists
28 ειπον ουν προς αυτον τι ποιουμεν ινα εργαζωμεθα τα εργα του θεου
29 απεκριθη ο ιησους και ειπεν αυτοις τουτο εστιν το εργον του θεου - ινα πιστευσητε εις ον απεστειλεν εκεινος
30 ειπον ουν αυτω  - τι ουν ποιεις συ σημειον, ινα ιδωμεν και πιστευσωμεν σοι? τι εργαζη?