The Glory Has Departed


Norma Boeckler, Artist in Residence

Bethany Lutheran Worship on
Ustream


NT Greek Lessons - Thursdays, 7 PM.

Saved worship files and Greek lessons are at the live worship link.

email: greg.jackson.edlp@gmail.com,
which works as gregjacksonedlp@gmail.com too.

Luther's Sermons, Lenker Series
Book of Concord Selections
Bente's Historical Introductions,
and Martin Chemnitz Press Books

Thursday, June 15, 2017

John 8:1-20

  Sinner - Russian painting - Henryk



ΚΑΤΑ ΙΩΑΝΝΗΝ 81550 Stephanus New Testament (TR1550)

ιησους δε επορευθη εις το ορος των ελαιων
ορθρου δε παλιν παρεγενετο εις το ιερον και πας ο λαος ηρχετο προς αυτον και καθισας εδιδασκεν αυτους
αγουσιν δε οι γραμματεις και οι φαρισαιοι προς αυτον γυναικα εν μοιχεια κατειλημμενην και στησαντες αυτην εν μεσω
λεγουσιν αυτω διδασκαλε αυτη η γυνη κατειληφθη επαυτοφωρω μοιχευομενη
εν δε τω νομω μωσης ημιν ενετειλατο τας τοιαυτας λιθοβολεισθαι - συ ουν τι λεγεις
τουτο δε ελεγον πειραζοντες αυτον  - ινα εχωσιν κατηγορειν αυτου; ο δε ιησους κατω κυψας τω δακτυλω εγραφεν εις την γην
ως δε επεμενον ερωτωντες αυτον ανακυψας ειπεν προς αυτους "ο αν-αμαρτητος υμων πρωτος τον λιθον επ αυτη βαλετω"
και παλιν κατω κυψας εγραφεν εις την γην
οι δε ακουσαντες, και υπο της συνειδησεως ελεγχομενοι εξηρχοντο εις καθ εις αρξαμενοι απο των πρεσβυτερων εως των εσχατων και κατελειφθη μονος; ο ιησους και η γυνη εν μεσω εστωσα
10 ανακυψας δε ο ιησους και μηδενα θεασαμενος πλην της γυναικος ειπεν αυτη η γυνη που εισιν εκεινοι οι κατηγοροι σου ουδεις σε κατεκρινεν
11 η δε ειπεν ουδεις κυριε; ειπεν δε αυτη ο ιησους ουδε εγω σε κατακρινω πορευου και μηκετι αμαρτανε
--
12 παλιν ουν ο ιησους αυτοις ελαλησεν λεγων εγω ειμι το φως του κοσμου ο ακολουθων εμοι ου μη περιπατησει εν τη σκοτια αλλ εξει το φως της ζωης
13 ειπον ουν αυτω οι φαρισαιοι συ περι σεαυτου μαρτυρεις η μαρτυρια σου ουκ εστιν αληθης
14 απεκριθη ιησους και ειπεν αυτοις καν εγω μαρτυρω περι εμαυτου αληθης εστιν η μαρτυρια μου οτι οιδα ποθεν ηλθον και που υπαγω; υμεις δε ουκ οιδατε ποθεν ερχομαι και που υπαγω
15 υμεις κατα την σαρκα κρινετε;εγω ου κρινω ουδενα
16 και εαν κρινω δε εγω η κρισις η εμη αληθης εστιν - οτι μονος ουκ ειμι,  αλλ εγω και ο πεμψας με πατηρ
17 και εν τω νομω δε τω υμετερω γεγραπται,  οτι δυο ανθρωπων η μαρτυρια αληθης εστιν
18 εγω ειμι ο μαρτυρων περι εμαυτου και μαρτυρει περι εμου ο πεμψας με πατηρ
19 ελεγον ουν αυτω που εστιν ο πατηρ σου; απεκριθη ο ιησους ουτε εμε οιδατε ουτε τον πατερα μου; ει εμε ηδειτε, και τον πατερα μου ηδειτε αν
20 ταυτα τα ρηματα ελαλησεν ο ιησους εν τω γαζοφυλακιω διδασκων εν τω ιερω και ουδεις επιασεν αυτον οτι ουπω εληλυθει η ωρα αυτου.

stop
21 ειπεν ουν παλιν αυτοις ο ιησους εγω υπαγω και ζητησετε με και εν τη αμαρτια υμων αποθανεισθε οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν
22 ελεγον ουν οι ιουδαιοι μητι αποκτενει εαυτον οτι λεγει οπου εγω υπαγω υμεις ου δυνασθε ελθειν
23 και ειπεν αυτοις υμεις εκ των κατω εστε εγω εκ των ανω ειμι υμεις εκ του κοσμου τουτου εστε εγω ουκ ειμι εκ του κοσμου τουτου
24 ειπον ουν υμιν οτι αποθανεισθε εν ταις αμαρτιαις υμων εαν γαρ μη πιστευσητε οτι εγω ειμι αποθανεισθε εν ταις αμαρτιαις υμων
25 ελεγον ουν αυτω συ τις ει και ειπεν αυτοις ο ιησους την αρχην ο τι και λαλω υμιν
26 πολλα εχω περι υμων λαλειν και κρινειν αλλ ο πεμψας με αληθης εστιν καγω α ηκουσα παρ αυτου ταυτα λεγω εις τον κοσμον
27 ουκ εγνωσαν οτι τον πατερα αυτοις ελεγεν
28 ειπεν ουν αυτοις ο ιησους οταν υψωσητε τον υιον του ανθρωπου τοτε γνωσεσθε οτι εγω ειμι και απ εμαυτου ποιω ουδεν αλλα καθως εδιδαξεν με ο πατηρ μου ταυτα λαλω
29 και ο πεμψας με μετ εμου εστιν ουκ αφηκεν με μονον ο πατηρ οτι εγω τα αρεστα αυτω ποιω παντοτε
30 ταυτα αυτου λαλουντος πολλοι επιστευσαν εις αυτον